LEVIATHAN
Θέλετε να αντιδράσετε στο μήνυμα; Φτιάξτε έναν λογαριασμό και συνδεθείτε για να συνεχίσετε.

Ο 12-ΠΤΕΡΥΓΟΣ & 3-ΚΕΦΑΛΟΣ ΑΕΤΟΣ

Πήγαινε κάτω

Ο 12-ΠΤΕΡΥΓΟΣ & 3-ΚΕΦΑΛΟΣ ΑΕΤΟΣ Empty Ο 12-ΠΤΕΡΥΓΟΣ & 3-ΚΕΦΑΛΟΣ ΑΕΤΟΣ

Δημοσίευση  Admin Δευ Μαρ 19, 2012 9:46 am

Ο 12-ΠΤΕΡΥΓΟΣ & 3-ΚΕΦΑΛΟΣ ΑΕΤΟΣ 69135949455421204441
Admin
Admin
Admin

Αριθμός μηνυμάτων : 217
Ημερομηνία εγγραφής : 27/02/2012

https://stitsforum.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Ο 12-ΠΤΕΡΥΓΟΣ & 3-ΚΕΦΑΛΟΣ ΑΕΤΟΣ Empty Απ: Ο 12-ΠΤΕΡΥΓΟΣ & 3-ΚΕΦΑΛΟΣ ΑΕΤΟΣ

Δημοσίευση  Admin Δευ Μαρ 19, 2012 9:57 am

ΤΟ ΤΕΤΑΡΤΟ ΘΗΡΙΟ ΤΟΥ ΔΑΝΙΗΛ ΚΑΙ Ο ΑΕΤΟΣ

Έχουμε καταλήξει μέχρι στιγμής (σε άλλο θέμα αυτού του φόρουμ) στο συμπέρασμα ότι το 4ο θηρίο του 7ου κεφαλαίου του Δανιήλ, είναι η 7η βασιλεία (κεφάλι) του επτακέφαλου και δεκακέρατου θηρίου του 13ου και 17ου κεφαλαίου της Αποκάλυψης, η οποία αναμένεται να πάρει μεγάλη εξουσία.

Το ανωτέρω συμπέρασμα έρχεται να συμπληρώσει και να εξηγήσει περαιτέρω, η κατωτέρω «όραση του αετού» από την Αποκάλυψη του Έσδρα, των αποκρύφων της Π. Διαθήκης:

ΑΠΟΚΑΛΥΨΙΣ ΕΣΔΡΑ

Ἡ Ε’ ΟΡΑΣΙΣ (ΤΟΥ ΑΕΤΟΥ)
(Κεφ. ΧΙ – ΧΙΙ)


ΧΙ. 1Καὶ ἐγένετο ἐν τῇ δευτέρᾳ νυκτί, καὶ εἶδον ἐνύπνιον. Καὶ ἰδοὺ ἀνέβαινεν ἀπὸ τῆς θαλάσσης ἀετός, ᾧ ἦσαν δώδεκα πτέρυγες καὶ κεφαλαὶ τρεῖς. 2Καὶ εἶδον καὶ ἰδοὺ ἐξέτεινε τάς πτέρυγας αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, καὶ πάντες οἱ ἄνεμοι τοῦ οὐρανοῦ ἐνεφύσων εἰς αὐτόν, καὶ αἱ νεφέλαι πρὸς αὐτὸν συνήγοντο. 3Καὶ εἶδον, καὶ ἀπὸ τῶν πτερύγων αὐτοῦ ἀνεφύη ἀντιπτερύγια καὶ αὐτὰ ἐγένοντο εἰς πτερύγια λεπτὰ καὶ μικρά. 4Αἱ δὲ κεφαλαὶ αὐτοῦ ἦσαν ἠσυχάζουσαι, καὶ ἡ μέση κεφαλὴ ἦν μείζων τῶν ἄλλων κεφαλῶν, ἀλλὰ καὶ αὐτὴ ἡσύχαζε μετ΄ αὐτῶν. 5Καὶ εἶδον, καὶ ἰδοὺ ὁ ἀετὸς ἒπτη ταῖς πτέρυξιν αὐτοῦ καὶ ἐβασίλευσεν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῆ. 6Καὶ εἶδον, πὼς ὑπετάγη αὐτῷ πάντα τὰ ὑπὸ τὸν οὐρανόν, καὶ οὐδεὶς αὐτῷ ἀντέλεγεν, οὐδὲ ἓν τῶν κτισμάτων ἐπὶ τῆς γῆς. 7Καὶ εἶδον, καὶ ἰδοὺ ἠγέρθη, ὁ ἀετὸς ἐπὶ τοὺς ὄνυχας αὐτοῦ καὶ ἀφῆκεν φωνήν ταῖς πτέρυξιν αὐτοῦ λέγων 8Μὴ πάντες ὁμοῦ γρηγορεῖτε, 9αἱ δὲ κεφαλαὶ εἰς τὸ ἔσχατον τηρείσθωσαν. 10Καὶ εἶδον, καὶ ἰδοὺ ἡ φωνὴ οὐκ ἐξῆλθεν ἀπὸ τῶν κεφαλῶν αὐτοῦ, ἀλλ΄ ἐκ μέσου τοῦ σώματος αὐτοῦ. 11Καὶ ἠρίθμησα τὰ πτερύγια αὐτοῦ, καὶ ἰδοὺ αὐτὰ ἦσαν ὀκτώ. - 12Καὶ εἶδον, καὶ ἰδοὺ ἀπὸ τῆς δεξιᾶς ἠγέρθη ἓν πτερὸν καὶ ἐβασίλευσεν ἐπὶ πᾶσαν τὴν γῆν. 13Καὶ ἐγένετο, ὅτε ἐβασίλευεν, ἦλθεν αὐτῷ τὸ τέλος καὶ ἠφανίσθη, ὥστε ἀφανισθῆναι καὶ τὸν τόπον αὐτοῦ. Καὶ τὸ δεύτερον ἐξηγέρθη καὶ ἐβασίλευε, καὶ αὐτό πολὺν ἐκράτησε χρόνον. 14Καὶ ἐγένετο, ὅτε ἐβασίλευε ἦλθε καὶ αὐτοῦ τὸ τέλος, ὥστε ἀφανισθῆναι, καθὼς τὸ πρότερον. 15Καὶ ἰδοὺ φωνὴ ἀφέθη αὐτῷ λέγουσα 16Ἄκουσον σύ, ὁ τοσούτῳ χρόνῳ κρατήσας τὴν γῆν, τοῦτο ἀπαγγέλω σοι πρὶν ἢ μέλλεις ἀφανισθῆναι. 17Οὐδεὶς μετὰ σὲ κρατήσει τὸν χρόνον σου, ἀλλ΄ οὐδὲ τὸ ἥμισυ αὐτοῦ. 18Καὶ ἐπήρθη τὸ τρίτον καὶ ἐκράτησε τὴν ἀρχήν, καθὼς καὶ τὰ πρότερα, καὶ ἠφανίσθη καὶ αὐτό. 19Καὶ οὕτω συνέβαινε πάσαις ταῖς πτέρυξιν, ἑκάστην ἄρξαι καὶ πάλιν ἀφανισθῆναι. - 20Καὶ εἶδον, καὶ ἰδοὺ ἐν καιρῷ τὰ ἄλλα πτερὰ ὠρέγοντο καὶ αὐτὰ ἀπὸ τῆς ἀριστερᾶς, ἵνα κρατήσαιεν ὡς τὰ ἄλλα ἐπὶ τῆς δεξιᾶς, και αὐτὰ τὴν ἀρχήν. Καὶ ἐκ τούτων ἦσαν οἵ ἐκράτησαν ἀλλὰ μετ΄ ὀλίγον ἠφανίζοντο. 21Καὶ γὰρ τινες ἐξ αὐτῶν ὠρέγοντο, ἀλλ΄ οὐκ ἐκράτουν τὴν ἀρχήν. 22Καὶ εἶδον μετὰ ταῠτα, καὶ ἰδοὺ ἠφανίσθησαν δώδεκα πτερὰ καὶ δύο πτερύγια. 23Καὶ οὐδὲν περιεγένετο ἐν τῷ σώματι τοῦ ἀετοῦ, εἰ μὴ τρεῖς κεφαλαὶ ἡσυχάζουσαι καὶ ἓξ πτερύγια. - 24Καὶ εἶδον, καὶ ἰδοὺ ἀπὸ τῶν ἓξ πτερυγίων ἐμερίσθησαν δύο καὶ ἔμειναν ὑπὸ τὴν κεφαλὴν τὴν ἐκ δεξιᾶς, τέσσαρα δὲ ἔμειναν ἐν τῷ τόπῳ αὐτῶν. 25Καὶ εἶδον, καὶ ἰδοὺ ταῠτα τὰ πτερύγια ἐλογίσαντο ὀρεχθῆναι καὶ κρατεῖν τὴν ἀρχὴν καὶ εἶδον, καὶ ἰδοὺ ἓν ὠρέχθη, ἀλλ΄ εὐθέως ἠφανίσθη. 27Καὶ τὸ δεύτερον τάχιον τοῦ προτέρου ἠφανίσθη. 28Καὶ εἶδον, καὶ ἰδοὺ τὰ δύο τὰ περιγενόμενα παρ΄ ἑαυτοῖς ἐλογίζοντο καὶ αὐτὰ βασιλεύειν. 29Καὶ ἐν τῷ λογίζεσθαι αὐτὰ ἰδοὺ μία τῶν ἠσυχαζουσῶν κεφαλῶν, ἡ μέση, ἐξηγείρετο• αὕτη δὲ ἦν τῶν δύο κεφαλῶν μείζων. 30Καὶ εἶδον, πῶς περιελάβετο τάς δύο κεφαλὰς μετ΄ αὑτῆς. 31Καὶ ἰδού, ἐστράφη ἡ κεφαλὴ σὺν τοῖς μετ΄ αὐτῆς καὶ κατέφαγε τὰ δύο πτερύγια τὰ λογιζόμενα βασιλεύειν. – 32Αὕτη δὲ ἡ κεφαλὴ ἐκράτησε πᾶσαν τὴν γῆν καὶ ἐκυρίευσεν ἐν αὐτῇ τῶν κατοικούντων τὴν γῆν ἐν μόχθῳ πολλῷ καὶ δυναστείαν ἔσχε τῆς οἰκουμένης ὑπὲρ πάσας τάς πτέρυγας τάς γενόμενας. 33Καὶ εἶδον μετὰ ταῠτα, καὶ ἰδοὺ ἡ μέση κεφαλὴ ἐξαίφνης ἠφανίσθη, καὶ τοῦτο καθὼς αἱ πτέρυγες. 34Περιεγένοντο δὲ δύο κεφαλαί, αἵ καὶ αὐταὶ ὁμοίως ἐβασίλευσαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. 35Καὶ εἶδον, καὶ ἰδοὺ κατέφαγεν ἡ κεφαλὴ ἡ ἐκ δεξιᾶς ἐκείνην τὴν ἐξ ἀριστερᾶς. – 36Καὶ ἤκουσα φωνὴν λέγουσάν μοι Θεώρησον ἐνώπιόν σου καὶ παρετήρησε μετὰ προσοχῆς ἐκ τοῦ δάσους ὃ βλέπης. 37Καὶ εἶδον, καὶ ἰδοὺ καθὼς λεὼν ἐγερθείς ἐκ τοῦ δάσους ὠρυόμενος. Καὶ εἶδόν, πῶς ἀφῆκεν φωνὴν ἀνθρώπου πρὸς τὸν ἀετόν. Καὶ εἶπε λέγων 38Ἄκουσον σύ, καὶ λαλήσω πρὸς σέ, λέγει σοι ὁ ὕψιστος 39Οὐ σύ εἶ τὸ περιγενόμενον ἐκ τῶν τεσσάρων ζῴων ἃ ἑποίησα βασιλεύειν ἐν τῷ κόσμῳ μου, καὶ ἵνα δι΄ αὐτῶν ἔλθοι τὸ τέλος τῶν καιρῶν, 40καὶ ὁ τέταρτος ἐλθών, ὁ κατανικήσας πάντα τὰ ζῷα τὰ παρέλθοντα καὶ καταδυναστεύσας τὸν κόσμον ἐν τρόμῳ πολλῷ καὶ πᾶσαν τὴν οἰκουμένην ἐν καταπιέσει βαρεῖα καὶ κατοικήσας τοσούτοις χρόνοις τὴν οἰκουμένην ἐν δόλῳ; 41Καὶ ἔκρινας τὴν γῆν, ἀλλ΄ οὐκ ἐν ἀληθείᾳ. 42Ἐθλιψας γὰρ τοὺς πραεῖς καὶ ἔβλαψας τοὺς ἡσυχίους καὶ ἐμίσησας τοὺς δικαίους καὶ ἠγάπησας τοὺς ψεύστας καὶ καθεῖλες τάς κατοικήσεις τῶν καρποφορούντων καὶ ἐταπείνωσας τὰ τείχη τῶν ἀδικησάντων σε. 43Καὶ ἀνέβη ἡ ὕβρις σου πρὸς τὸν ὕψιστον, καὶ ἡ ὑπερηφάνειά σου πρὸς τὸν ἰσχυρόν. 44Καὶ ἐπέβλεψεν ὁ ὕψιστος τοὺς καιροὺς αὐτοῦ, καὶ ἰδοὺ ἐτελέσθησαν, καὶ οἱ καιροὶ αὐτοῦ ἐπληρώθησαν. 45Διὰ τοῦτο ἀφανισθεὶς ἀφανισθήσῃ σὺ ὁ ἀετὸς καὶ αἱ πτέρυγές σου αἱ φρικταὶ και τὰ πτερύγιά σου τὰ κάκιστα καὶ αἱ κεφαλαί σου αἱ πονηραί, καὶ οἱ ὄνυχές σου οἱ χείριστοι καὶ πᾶν τὸ σῶμά σου τὸ ἄχρηστον, 46ἵνα ἀναψύξη πᾶσα ἡ γῆ καὶ ἀναζωπυρήσῃ ῥυσθεῖσα ἐκ τῆς βίας σου καὶ ἐλπίσῃ τὴν κρίσιν καὶ τὸ ἔλεος τοῦ ποιήσαντος αὐτήν. ΧΙΙ. 1Καὶ ἐγένετο, λαλοῦντος τοῦ λέοντος τούτους τοὺς λόγους πρὸς τὸν ἀετόν, καὶ εἶδον 2καὶ ἰδοὺ ἡ περιγενομένη κεφαλὴ ἠφανίσθη, καὶ τὰ δύο πτερύγια τὰ μεταβάντα πρὸς αὐτὴν ὠρέχθησαν τοῦ βασιλεύειν, καὶ ἡ βασιλεία αὐτῶν βραχεῖα καὶ θορύβου πλήρης. 3Καὶ εἶδον, καὶ ἰδοὺ αὐτὰ ἠφανίζοντο, καὶ πᾶν τὸ σῶμα τοῦ ἀετοῦ ἐνεπίμπρατο, καὶ ἐφοβήθη ἡ γῆ σφόδρα.

Ὁ ὁραματιστὴς ἐν πλήρει ταραχῆ ζητεῖ τὴν ἔννοια τοῦ ὁράματος (ΧΙΙ 3-9).

Κἀγὼ ἀπὸ ταραχῆς καὶ ἐκστάσεως τοῦ νοὸς καὶ ἀπὸ μεγάλου φόβου ἠγέρθην καὶ εἶπον τῷ πνεύματί μου 2Ἰδοὺ σύ ἐπιχορήγησάς μου ταῦτα ἐν τῷ ἀνερευνᾶν τάς ὁδοὺς τοῦ ὑψίστου. 4Ἰδοὺ ὅτι κέκμηκα τῇ ψυχῄ καὶ τῷ πνεύμα τί μου ἀσθενῶ λίαν, καὶ οὐδὲ μικρὰ ἒνεστί μοι δύναμις ἀπὸ πολλοῦ φόβου, δι ἐφοβήθην τῇ νυκτὶ ταύτῃ. 6Νῦν ἄρα αἰτήσομαι τὸν ὕψιστον, ἵνα μὲ ἐνδυναμώση ἕως εἰς τέλος. 7Καὶ εἶπον δεσπότα κύριε, εἰ εὗρον χάριν ἐν τοῖς ὀφθαλμοῖς σου, καὶ εἰ ἐδικαιώθην παρὰ σοὶ ὑπὲρ ἄλλους πολλούς, καὶ εἰ ἀληθῶς ἀνέβη ἡ δέησίς μου ἔμπροσθεν τοῦ προσώπου σου, 8ἐνδυνάμωσόν με καὶ ἐπίδειξον τῷ δούλῳ σου τὴν ἑρμηνείαν καὶ τὴν σαφήνεια τοῦ φοβεροῦ ὁράματος τούτου, ἵνα πληρέστατα παρηγορήσῃς τὴν ψυχήν μου. 9Ἄξιον γὰρ ἡγήσω με ἐπιδεῖξαί μοι τῶν χρόνων τὸ τέλος καὶ τῶν καιρῶν τὰ ἔσχατα.

Ὁ ὁραματιστὴς δέχεται τὴν ἑρμηνεία τοῦ ὁράματος (ΧΙΙ 10-34).

Καὶ εἶπε πρὸς μὲ 10Αὓτη ἐστίν ἡ ἑρμηνεία τῆς ὁράσεως ταύτης, ἣν εἴδες. 11Ὃν εἶδες ἀετὸν ἀνεβαίνοντα ἀπὸ τῆς θαλάσσης, αὓτη ἐστίν ἡ τετάρτη βασίλεια ἡ ὀφθεῖσα ἐν ὁράματι τῷ Δανιήλ τῷ ἀδελφῷ σου. 12Ἀλλ΄ οὐχ ἡρμηνεύθει ἐκείνῳ, ὃν τρόπον ἐγὼ νῦν σοι ἑρμηνεύω. 13Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ ἐξεγερθήσεται βασιλεία ἐπὶ τὴν γῆν καὶ ἔστε φοβερωτέρα πασῶν τῶν βασιλειῶν τῶν γενομένων πρὸ αὐτῆς˙ 14βασιλεύσουσι δ΄ ἐν αὐτῇ βασιλεῖς δώδεκα εἷς καθείς. 15Ὁ δὲ δεύτερος μέλλων βασιλεύειν, αὐτὸς κρατήσει πλείονα χρόνον ἤτις ἐκ τῶν δώδεκα. 16Αὓτη ἐστίν ἡ ἑρμηνεία τῶν δώδεκα πτερύγων ὧν εἶδες. 17Καὶ ἣν ἤκουσας φωνὴν λαλήσασαν, οὐκ ἀπὸ τῶν κεφαλῶν ἐξιοῦσαν, ἀλλ΄ ἀπὸ μέσου τοῦ σώματος αὐτοῦ, 18αὓτη ἐστίν ἡ ἑρμηνεία: ὅτι μεταξὺ τοῦ χρόνου τῆς βασιλείας ἐκείνης γενήσονται ἔριδες οὐ μικραί, καὶ κινδυνεύσει πεσεῖν, καὶ οὐ πεσεῖται τότε, ἀλλὰ πάλιν κατασταθήσεται εἰς τὴν ἀρχὴν αὐτῆς. 19Καὶ ὅτι εἶδες ἀντιπτερύγια ὀκτὼ συμφυέντα ταῖς πτέρυξιν αὐτοῦ, 20αὓτη ἐστίν ἡ ἑρμηνεία: ἐξεγερθήσονται γὰρ ἐν αὐτῇ ὀκτὼ βασιλεῖς, ὧν ἔσονται οἱ χρόνοι σύντομοι, καὶ οἱ καιροὶ ταχεῖς˙ καὶ δύο μὲν ἐξ αὐτῶν ἀπολοῦνται 21πλησιάζοντος τοῦ μέσου χρόνου, τέσσαρες δὲ τηρηθήσονται εἰς τὸν καιρόν, ὅτε μέλλει πλησιάζειν ὁ καιρὸς αὐτῆς τοῦ συντελεῖσθαι, δύο δὲ εἰς τὸ τέλος τηρηθήσονται. 22Καὶ ὅτι εἶδες τρεῖς κεφαλὰς ἠσυχαζούσας, 23αὓτη ἐστίν ἡ ἑρμηνεία: ἐν τοῖς ἐσχάτοις αὐτῆς ἐγερεῖ ὁ ὕψιστος τρεῖς βασιλεῖς, καὶ ἀνακαινιοῦσιν ἐν αὐτῇ πολλὰ καὶ κυριεύσουσι τῆς γῆς 24καὶ τῶν κατοικούντων ἐν αὐτῇ ὑπὲρ πάντας τοὺς γεγόνοτας πρὸ αὐτῶν. Διὰ τοῦτο αὐτοὶ κέκληνται αἱ κεφαλαὶ τοῦ ἀετοῦ. 25Ἐκεῖνοι γὰρ ἔσονται, οἱ ἀνακεφαλαιώσουσι τάς ἀσεβείας αὐτοῦ, καὶ οἳ ἐπιτελέσουσι τὰ ἔσχατα αὐτοῦ. 26Καὶ ὅτι εἶδες τὴν μείζονα κεφαλὴν ἀφανισθεῖσαν, δηλοῖ ὅτι εἷς ἐξ αὐτῶν ἐπὶ τῆς κλίνης αὐτοῦ ἀποθανεῖται, καὶ ὅμως ἐν βασάνοις. 27Τοὺς δὲ δύο τοὺς περιγενομένους, ἡ μάχαιρα αὐτοὺς κατέδεται. 28Τοῦ ἑνὸς γὰρ ἡ μάχαιρα κατέδεται τὸν μετ΄ αὐτοῦ, ἀλλ΄ ὅλως καὶ οὗτως μαχαίρᾳ ἐν τοῖς ἐσχάτοις πεσεῖται. 29Καὶ ὅτι εἶδες δύο πτερύγια μεταβάντα ἐπὶ τὴν κεφαλὴν τὴν ἐκ δεξιῶν, 30αὓτη ἐστίν ἡ ἑρμηνεία: οὗτοι εἰσιν, οὓς ἐτήρησεν ὁ ὕψιστος εἰς τὸ τέλος αὐτοῦ. Αὓτη ἐστί βασιλεία βραχεῖα καὶ θορύβου πλήρης, 31καθὼς εἶδες. Καὶ ὂν εἶδες λέοντα ἐκ τοῦ δάσους ἐξεγερθέντα καὶ ὀρυόμενον καὶ λαλοῦντα πρὸς τὸν ἀετὸν καὶ ἐλέγχοντα αὐτὸν καὶ τάς ἀδικίας αὐτοῦ διὰ πάντων τῶν κακῶν ἔργων αὐτοῦ, καθὼς ἤκουσας, 32Οὗτός ἐστιν ὁ χριστός, ὃν ἐτήρησεν ὁ ὕψιστος εἰς τὸ τέλος τῶν ἡμερῶν, ὃς ἀνατελεῖ ἐκ σπέρματος Δαυίδ καὶ ἐλεύσεται καὶ λαλήσει πρὸς αὐτοὺς καὶ διὰ τὴν ἀσέβειαν καὶ τάς ἀδικίας αὐτῶν ἐλέγξει αὐτοὺς καὶ ἐπὶ τῇ κακουργίᾳ αὐτῶν ἐπιτιμήσει αὐτοῖς καὶ συνάξει ἐνώπιον αὐτῶν τάς ἀδικίας αὐτῶν. 33Στήσει γὰρ αὐτοὺς ἐν ἀρχῇ εἰς κρίσιν ζῶντας, καὶ ἔσται, ὅταν ἐλέγξῃ αὐτούς, τότε διαφθερεῖ αὐτούς. 34Τὸν δὲ ὑπόλοιπόν λαόν μου ῥύσεται ἐν ἐλέει, τοὺς διασωθέντας ἐντὸς τῶν ὁρίων μου, καὶ ἐφρανεῖ αὐτούς, ἕως ἂν ἒλθει τὸ τέλος, ἡ ἡμέρα τῆς κρίσεως, περὶ ἧς ἐλάλησά σοι ἀπ΄ ἀρχῆς.

Η ανωτέρω όραση αποτελλεί πεδίο μεγάλης και εις βάθους έρευνας, διότι αφορά την άκρως ενδιαφέρουσα έσχατη ανθρώπινη εποχή. Εμείς εδώ βέβαια θα αρκεστούμε μόνον στις κατωτέρω παρατηρήσεις:

Αρχικά και μεταξύ των άλλων, το κείμενο αναφέρει κατά την ερμηνεία της οράσεως: «Ὃν εἶδες ἀετὸν ἀνεβαίνοντα ἀπὸ τῆς θαλάσσης, αὓτη ἐστίν ἡ τετάρτη βασίλεια ἡ ὀφθεῖσα ἐν ὁράματι τῷ Δανιήλ τῷ ἀδελφῷ σου.». Εδώ ο Έσδρας, μας δίνει ένα σημαντικό κατά την γνώμη μας στοιχείο. Είναι ο ορισμός, του αγνώστου και αορίστου μέχρι πρότινος 4ου θηρίου του Δανιήλ ή της 7ης βασιλείας (κεφαλής) του θηρίου του 17ου κεφαλαίου της Αποκάλυψης, ως συγκεκριμένο πλέον ζώο, αυτό του αετού.

Αυτό το θηρίο (βασιλεία) αποτελεί την εσχάτη βασιλεία που δεν έχει πάρει ακόμα την μεγάλη εξουσία, αλλά όταν θα την πάρει θα προετοιμάσει την οδό του Αντιχρίστου, διώκοντας τους Αγίους του Υψίστου, Χριστιανούς.

Εδώ ο Έσδρας έρχεται να μας δώσει περισσότερες πληροφορίες γι’ αυτή τη βασιλεία. Αυτά όμως που μας κάνουν εντύπωση φαίνονται κατωτέρω:

Ο 12-ΠΤΕΡΥΓΟΣ & 3-ΚΕΦΑΛΟΣ ΑΕΤΟΣ 09656494478742815210
Admin
Admin
Admin

Αριθμός μηνυμάτων : 217
Ημερομηνία εγγραφής : 27/02/2012

https://stitsforum.forumgreek.com

Επιστροφή στην κορυφή Πήγαινε κάτω

Επιστροφή στην κορυφή


 
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης